Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 13. Insipientes esse infelicissimos

§ 13. Insipientes esse infelicissimos

[671] [880] Ἐπωδύνως γὰρ ὁ φαῦλος πάντα τὸν βίον χρῆται τῇ ἑαυτοῦ ψυχῇ, μηδὲν ἔχων χαρᾶς αἰτίον, ὃ πέφυκε γεννᾶν δικαιοσύνη καὶ φρόνησις καὶ αἱ σύνθρονοι ταύτης ἀρεταί.

[672] [881] (ἐν πρώτῳ περὶ τῶν Κατορθωμάτων) Τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν· ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπ’ ἀλλοτρίοις κακοῖς χαίρει, ⟨τῶν δὲ φαύλων οὐδεὶς χαίρει⟩ τὸ παράπαν.

[882] ἣν (sc. τὴν ἐπιχαιρεκακίαν) ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν, ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν.

[883] “ἀλλ’ οὐκ ὠφελοῦνται (scil. οἱ φαῦλοι) τούτων τυγχάνοντες, οὐδ’ εὖ πάσχουσιν, οὐδ’ εὐεργέτας ἔχουσιν, οὐδ’ εὐεργετῶν ἀμελοῦσιν.” Οὐ τοίνυν οὐδ’ ἀχαριστοῦσιν οἱ φαῦλοι· καὶ μὴν οὐδὲ οἱ νοῦν ἔχοντες. Ἀνύπαρκτον οὖν ἐστι τὸ ἀχάριστον· οἱ μὲν γὰρ οὐκ ἀποστεροῦσι χάριν λαμβάνοντες, οἱ δὲ λαμβάνειν χάριν οὐ πεφύκασιν. Ὅρα δή, τί πρὸς ταῦτα λέγουσιν ὅτι “ἡ χάρις εἰς τὰ μέσα διατείνει, καὶ τὸ μὲν ὠφελεῖν καὶ ὠφελεῖσθαι σοφῶν ἐστι, χάριτος δὲ καὶ οἱ φαῦλοι τυγχάνουσιν.” [884]

[673] [885] διόπερ κοινὰ μὲν τῶν ἀγαθῶν [μέν] ἐστιν καὶ τῶν κακῶν ἀνθρώπων πολλὰ τῶν προτερημάτων, γίνεται δ’ ὅμως ὠφέλιμα μόνοις τοῖς ἀγαθοῖς τε καὶ σπουδαίοις.

[674] [886] “Τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον” ὁ Χρύσιππός φησιν “οὐδ’ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαι.” Ταῦτα δ’εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων, αὖθις λέγει “καὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνειν” ὧν οὐδέν ἐστι χρήσιμον κατ’ αὐτούς. Καὶ μὴν οὐδ’ οἰκεῖον οὐδ’ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοις·

“Κατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδέν, τῷ δὲ φαύλῳ οἰκεῖον οὐδέν ἐστιν· ἐπειδὴ τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν ἐστιν αὐτῶν.”

[887] γράφων ἐν τοῖς περὶ Κατορθωμάτων, ὡς “ὁ φαῦλος οὐδενὸς δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον.” (ἡ κακία μεθ’ ἧς οὐδὲ ὑγίεια χρήσιμον, οὐδὲ πλῆθος χρημάτων, οὐδὲ προκοπή).

[888] Νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος, τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν, δεῖσθαι δὲ μηδενός; τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς “οὐ δέονται μέν, ἐνδέονται δὲ οἱ φαῦλοι.”

Seneca ep. 9, 14. Volo tibi Chrysippi quoque distinctionem indicare. ait: “sapientem nulla re egere et tamen multis illi rebus opus esse. contra stulto nulla re opus est, nula enim re uti scit, sed omnibus eget.”

[675] [889] ὄλβῳ· δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊκοῖς ὁ ἀπαίδευτος.

[676] [890] ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος· ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας ἀποσειόμενος· καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κώδιον· τὸ μὲν γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται· ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ ὥσπερ ἀντιπέπονθε, σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι· οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις, ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν -. Παρὸ δὴ καὶ πλῆθος ἄπειρον διὰ τῶν αἰσθήσεων αὐτῷ τῶν ὀδυνηρῶν ἐπαντλεῖται. Ὁ δ’ ἐπιστήμων, ἀθλητοῦ τρόπον μετὰ δυνάμεως καὶ ῥώμης καρτερῶς ἀντιβάς, πρὸς τὰ ἀλγεινὰ πάντα ἀντιπνεῖ, ὡς μὴ τιτρώσκεσθαι πρὸς αὐτῶν, ἀλλ’ ἐξαδιαφορεῖν ἕκαστον. Καί μοι δοκεῖ νεανιευσάμενος ἂν ἐπιφωνῆσαι τὸ τραγικὸν πρὸς τὴν ἀλγηδόνα οὕτως·

([891]) Πίμπρα κάταιθε σάρκας, ἐμπλήσθητί μου
Πίνουσα κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
Γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεισ’ 〈ἐς〉 αἰθέρα
Πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.