Pular para o conteúdo

Fragmenta moralia

Crisipo · § 11. Sapiens artes callet

§ 11. Sapiens artes callet

[654] [859] μόνον δέ φασι τὸν σοφὸν καὶ μάντιν ἀγαθὸν εἶναι καὶ ποιητὴν καὶ ῥήτορα καὶ διαλεκτικὸν καὶ κριτικόν, οὐ πάντα δέ, διὰ τὸ προσδεῖσθαι ἔτι τινὰ τούτων καὶ θεωρημάτων τινῶν ἀναλήψεως. εἶναι δὲ τὴν μαντικήν φασιν ἐπιστήμην θεωρητικὴν σημείων τῶν ἀπὸ θεῶν ἢ δαιμόνων πρὸς ἀνθρώπινον βίον συντεινόντων· ὁμοίως δὲ καὶ τὰ εἴδη τῆς μαντικῆς.

[655] [860] ἀλλ’ ἔνιοι τοὺς μὲν Στωϊκοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρ’ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρειον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον etc.

[656] [861] Λέγουσι δὲ καὶ ἄριστον αὑτοῦ ἰατρὸν εἶναι τὸν σπουδαῖον ἄνδρα· ἐπιμελῆ γὰρ ὄντα τῆς ἰδίας φύσεως παρατηρητὴν ὑπάρχειν καὶ τῶν πρὸς ὑγίειαν ἐπιστήμονα συμφερόντων.