[963] Stephanus in Aristot. Rhetor. p. 263, 23 Rabe (Comment. graec. XXI, 2). οἱ Στωϊκοὶ - τὸ ἐπὶ τὸ πολὺ ἐταύτιζον τῷ ἀναγκαίῳ· πάντα γὰρ κατὰ τὸ ἀναγκαῖον γινόμενα δογματίζοντες ἀνήρουν τὸ ἐνδεχόμενον ἤγουν τὸ ὁπότερ’ ἔτυχε, τὸ ἐπ’ ἴσης ἐνδεχόμενον. λέγεται οὖν ὧδε, ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενόν ἐστι (διακόπτεται γάρ ποτε), οὐχ ἁπλῶς δὲ ἤγουν ἀεὶ καὶ ἀναγκαίως γινόμενον, ὡς οἱ Στωϊκοὶ ἴσως ὡρίζοντο.