Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 93

[93] Galenus defin. medicae 7. Vol. XIX p. 350. ἐπιστήμη ἐστὶ κατάληψις ἀσφαλὴς καὶ ἀμετάπτωτος ὑπὸ λόγου. δυνατὸν δὲ καὶ οὕτως ὁρίσασθαι· ἐπιστήμη ἐστὶν ἕξις ἀμετάπτωτος ἐκ φαντασιῶν δόξαν ἀμέμπτως ὑπὸ λόγου παρεχομένη, 8. τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. ἢ οὕτως· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένον ἐφ’ ἓν τέλος τὴν ἀναφορὰν ἐχόντων.