Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 91

[91] Sextus adv. math. VIII 396. ἐπεὶ καὶ οἱ Στωϊκοὶ μάλιστα δοκοῦσιν ἐξηκριβωκέναι τοὺς ἀποδεικτικοὺς τρόπους, φέρε καὶ πρὸς τούτους ὀλίγα διεξέλθωμεν. - 397. ἔστι μὲν οὖν ἡ κατάληψις, ὡς ἔστι παρ’ αὐτῶν ἀκούειν, καταληπτικῆς φαντασίας συγκατάθεσις, ἥτις διπλοῦν ἔοικεν εἶναι πρᾶγμα, καὶ τὸ μέν τι ἔχειν ἀκούσιον, τὸ δὲ ἑκούσιον καὶ ἐπὶ τῇ ἡμετέρᾳ κρίσει κείμενον. τὸ μὲν γὰρ φαντασιωθῆναι ἀβούλητον ἦν· καὶ οὐκ ἐπὶ τῷ πάσχοντι ἔκειτο ἀλλ’ ἐπὶ τῷ φαντασιοῦντι τὸ οὑτωσὶ διατεθῆναι, οἷον λευκαντικῶς λευκοῦ ὑποπεσόντος χρώματος ἢ γλυκαντικῶς γλυκέος τῇ γεύσει προσαχθέντος· τὸ δὲ συγκαταθέσθαι τούτῳ τῷ κινήματι ἔκειτο ἐπὶ τῷ παραδεχομένῳ τὴν φαντασίαν.