Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 896

[896] Galenus de Hipp. et Plat. plac. III 5 (124) p. 295 Mü. ὅμοια δὲ — — τὰ κατὰ τὴν ἑτυμολογίαν τοῦ τῆς καρίας ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς ὦδέ πως ἔχοντα. “Τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη.” — — - ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Χρύσιππος τάδε γράφει· “Ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος καὶ συγκατατιθέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα.” — — Ταυτὶ μὲν οὖν τὰ κεφάλαια, τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων, οὕτως ταχέως ὁ Χρύσιπποσς παρέδραμεν, ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ μηκύνει περιττῶς.