[888] Galenus de Hipp. et Plat. plac. II 7 (107) p. 235 Mü. ἀλλ' οὔτ’ ἐν τῷ βιβλίῳ τῷ πρώτῳ περὶ ψυχῆς, οὕτ’ ἐν τοῖς περὶ παθῶν ἀπόδειξίν τινα εἶπε τοῦ χρῆναι πάντως, ἔνθα τὸ ἄλογόν ἐστιν, ἐνταῦθ’ εἶναι καὶ τὸ λογιζόμενον, ἀλλ’ ἑτοίμως τε κἀκ προχείρου πανταχοῦ λαμβάνει.