[88] Sextus adv. math. VIII 56. πᾶσα γὰρ νόησις ἀπὸ αἰσθήσεως γίνεται ἢ οὐ χωρὶς αἰσθήσεως, καὶ ἢ ἀπὸ περιπτώσεως ἢ οὐκ ἄνευ περιπτώσεως. ὅθεν οὐδὲ τὰς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ’ ὕπνους ἢ τὰς κατὰ μανίαν, εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. - καὶ καθόλου οὐδέν ἐστιν εὑρεῖν κατ’ ἐπίνοιαν ὃ μὴ ἔχει τις αὑτῷ κατὰ περίπτωσιν ἐγνωσμένον. τοῦτο γὰρ ἢ καθ’ ὁμοιότητα τῶν ἐν περιπτώσει πεφηνότων ληφθήσεται ἢ κατὰ παραύξησιν ἢ κατὰ μείωσιν ἢ κατ’ ἐπισύνθεσιν (sequuntur exempla) cf. id. IX 393-395.