Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 868

[868] Alexander Aphrod. de anima libri mant. p. 131, 30 Bruns. ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί; τὸ γὰρ λέγειν, τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ κεχαλάσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν;