[856] Galenus de locis affectis I 7 Vol. VIII p. 66 K. καὶ διαφέρει πάμπολυ κατὰ τοῦτο τὰ φυσικὰ τῶν ψυχικῶν ὀργάνων, εἴ γε τοῖς μὲν φυσικοῖς ἐδείχθη σύμφυτος ἡ τῆς ἐνεργείας δύναμις οὖσα, τοῖς ψυχικοῖς δὲ ἀπὸ τῆς ἀρχῆς ἐπιῥεῖν ὁμοίως ἡλιακῷ φωτί. — — 67. οἱ δὲ μύες — — ὅτι οὐκ ἔχουσι σύμφυτον αἰσθήσεως τε καὶ κινήσεως ἀρχήν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ χρήζουσι, χορηγούντων αὐτοῖς ταῦτα, καθάπερ ὁ ἥλιος τὴν αὐγὴν ἅπασιν οἷς φωτίζει. ibid. IV 1. Vol. VIII p. 218 K. opticam facultatem dicit perire, ὅταν ἤτοι μηδ’ ὅλως ἢ παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς.