[850] Aëtius Plac. IV 8, 1. Οἱ Στωϊκοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν· αἴσθησίς ἐστιν ἀντίληψις δι’ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια· καὶ ἡ φαντασία ἡ καταληπτικὴ δι’ αἰσθητηρίου γίνεται κατ’ αὐτὸ τὸ ἡγεμονικόν. ἀφ’ οὗ πάλιν αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.