[839] Alexander Aphrod. de anima p. 97, 8 Bruns. καὶ ὅτι μὲν καὶ ἡ αἰσθητικὴ (scil. ψυχὴ) ὥσπερ καὶ ἡ θρεπτικὴ περὶ τὴν καρδίαν ἐστίν — — ἐκ τούτων γνώριμον ἂν εἴη. ἀλλὰ μὴν ὅπου αἱ αἰσθήσεις τελευτῶσιν, ἐκεῖ καὶ τὴν φανταστικὴν ψυχὴν ἀναγκαῖον εἶναι — — ἀλλὰ μὴν ἐν ᾧ ἡ φαντασία, ἐν τούτῳ καὶ αἱ συγκαταθέσεις, ἐν ᾧ δὲ αἱ συγκαταθέσεις, ἐν τούτῳ καὶ ὁρμαί τε καὶ ὀρέξεις. p. 98, 24. ὅτι δὲ καὶ τὸ λογιστικὸν μόριον τῆς ψυχῆς, ὃ καὶ ἰδίως ἡγεμονικὸν καλεῖται, ἐν τῇ καρδίᾳ καὶ αὐτό, δεικνύοιτο ἂν τῷ etc. (secuntur argumenta).