[830] Porphyrius de anima apud Stobaeum ecl. I p. 350, 13. αὐτίκα οἱ μὲν ἀπὸ τῆς Στοᾶς ὀκταμερῆ τὴν ψυχὴν θέντες καὶ πέντε μὲν μέρη τὰ αἰσθητικὰ λαβόντες, ἕκτον δὲ τὸ φωνητικὸν καὶ ἕβδομον τὸ σπερματικόν, τὸ λοιπὸν τὸ ἡγεμονικὸν ὡς ἂν ἄρχοντος χώραν ἔχειν ὑπετίθεντο, τὰ δὲ ἄλλα μέρη ἐν ὑπηρέτου τάξει ἀπεδίδοσαν, ὥστε τὸ αὐτὸ ἐξ ἄρχοντος καὶ ἀρχομένων συνεστάναι.