[804] Plotinus Ennead. IV lib. VII 11 (Vol. II p. 115 Mü.). τὸ δὲ φύσιν μὲν πρότερον τὸ αὐτὸ πνεῦμα λέγειν, ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίγνεσθαι, λεπτοτέραν ἐν ψυχρῷ γενομένην, - ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν - ἀλλ’ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένης. συμβαίνει οὖν αὐτοῖς τὸ χεῖρον πρῶτον ποιεῖν καὶ πρὸ τούτου ἄλλο ἔλαττον, ἣν λέγουσιν ἕξιν· ὁ δὲ νοῦς ὕστατος, ἀπὸ τῆς ψυχῆς δηλονότι γενόμενος.