[794] Alexander Aphrod. de anima libri mant. p. 113, 31 Bruns. εἰ ἡ ψυχὴ σῶμα, πᾶν δὲ σῶμα μιᾷ γέ τινι αἰσθήσει αἰσθητὸν τῇ αὑτοῦ φύσει (λέγω δὲ περὶ τῶν ἐνεργείᾳ ὄντων σωμάτων καί, ὥς φασιν αὐτοί, πεποιωμένων) εἴη ἂν καὶ ἡ ψυχὴ αἰσθητή (οὐ γὰρ δὴ ἄποιόν γε σῶμα αὐτὴν ἐροῦσιν, ἔσται γὰρ ὕλη) οὐκ ἔστιν δέ· οὐκ ἄρα σῶμα.