Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 758

[758] [Galenus] εἰ ζῷον τὸ κατὰ γαστρός 2 Vol. XIX p. 165 K. μόριον γὰρ καὶ ἀπόσπασμα ὂν τοῦ μεγάλου ζῴου τοῦ κόσμου μένον μὲν ἐν μυχοῖς καὶ φωλεῦον συγκρίσεως ἐπέχει λόγον, διακριθὲν δὲ καὶ γενόμενον ἔξω τούτου τοῦ βάθους οἷον χάους ἀσπάζεται τὴν ὁμόφυλον καὶ ὁμοίαν φύσιν ταῖς τῆς ἐνεργείας πράξεσιν· κινεῖσθαι γὰρ ταῖς ἐξ αὐτοῦ κινήσεσιν ἄρχεται.