Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 742

[742] Galenus defin. medicae 94 Vol. XIX p. 370 K. σπέρμα ἐστὶ πνεῦμα ἔνθερμον ἐν ὑγρῷ ἐξ ἑαυτοῦ κινούμενον καὶ δυνάμενον τοιοῦτον γεννᾶν οἷον ἀφ’ οὗ καὶ ἀφείθη. — — ὁ δὲ Κιτιεὺς Ζήνων οὕτως ὡρίσατο· σπέρμα ἐστὶν ἀνθρώπου ὃ μεθίησιν ἄνθρωπος μεθ’ ὑγροῦ ψυχῆς μέρους ἅρπαγμα καὶ σύμμιγμα τοῦ τῶν προγόνων γένους, οἷόν τε αὐτὸ ἦν καὶ αὐτὸ συμμιχθὲν ἀπεκρίθη. ibid. 439. τὸ σπέρμα ἐστὶν κατὰ μὲν τοὺς Στωϊκοὺς ὃ μεθίησι τὸ ζῷον ὑγρὸν μετὰ πνεύματος καὶ ψυχῆς, ὡς δὲ οὐ μέρος.