Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 729

[729] Cicero de nat. deor. II 123. Pina vero - duabus grandibus patula conchis cum parva squilla quasi societatem coit comparandi cibi, itaque cum pisciculi parvi in concham hiantem innataverunt, tum admonita squillae morsu pina comprimit conchas. Sic dissimillimis bestiolis communiter cibus quaeritur. 124 In quo admirandum est, congressune aliquo inter se an iam inde ab ortu natura ipsa congregatae sint.

[729a] Athenaeus Deipnosoph. III p. 89d. Χρύσιππος δ’ ὁ Σολεὺς ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς ἡ πίννη, φησί, καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ’ ἰδίαν οὐ δυνάμενα συμμένειν. ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος μικρός. καὶ ἡ πίννη διαστήσατα τὸ ὄστρακον ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστῶς, ὅταν εἰσέλθῃ τι, δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἡ δὲ δηχθεῖσα συμμύει· καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.

[729b] Plutarchus πότερα τῶν ζῴων φρονιμώτερα cp. 30 p. 980a. ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατ’ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον (sc. ζῴων). ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων· τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρι οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι.