[727] Sextus adv. math. VIII 270. καίτοι τί περὶ ἀνθρώπων λέγομεν, ὅτε καὶ τοῖς ἀλόγοις ζῴοις τινὲς αὐτῶν (Stoicorum, scil. Chrysippus) μεταδεδώκασι τῆς τοῦ σημείου νοήσεως; καὶ γὰρ ὁ κύων, ὅτε ἐκ τοῦ ἴχνους στιβεύει τὸ θηρίον, σημειοῦται - καὶ ὁ ἵππος κατὰ τὴν τοῦ μύωπος προσβολὴν ἢ τὴν τῆς μάστιγος ἐπανάτασιν ἐξάλλεται - καὶ ὀρούει πρὸς δρόμον.