Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 718

[718] Galenus adv. Iulianum 5. Vol. XVIII A p. 266 K. ἅπαν μὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῷον ὑπὸ φύσεως τε ἅμα καὶ ψυχῆς· εἴ γε δὴ τὴν μὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνομάζομεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ ἐξ ἑαυτῆς κινήσεως ψυχήν.