Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 716

[716] [Galenus] introductio s. medicus 9 ed. Bas. IV 375. K. XIV 697. πνεύματα δὲ κατὰ τοὺς παλαιοὺς δύο ἐστί, τό τε ψυχικὸν καὶ τὸ φυσικόν. οἱ δὲ Στωϊκοὶ καὶ τρίτον εἰσάγουσι τὸ ἑκτικόν, ὃ καλοῦσιν ἕξιν. ibid. p. 726. τοῦ δὲ ἐμφύτου πνεύματος διπτὸν εἶδος, τὸ μὲν φυσικόν, τὸ δὲ ψυχικόν· εἰσὶ δὲ οἳ καὶ τρίτον εἰσάγουσι, τὸ ἑκτικόν· ἑκτικὸν μὲν οὖν ἐστι πνεῦμα τὸ συνέχον τοὺς λίθους, φυσικὸν δὲ τὸ τρέφον τὰ ζῷα καὶ τὰ φυτά, ψυχικὸν δὲ τὸ ἐπὶ τῶν ἐμψύχων αἰσθητικά τε ποιοῦν τὰ ζῷα καὶ κινούμενα πᾶσαν κίνησιν.