[71] Diocles Magnes apud Diog. Laërt. VII 52. αἴσθησις δὲ λέγεται κατὰ τοὺς Στωϊκοὺς τό τε ἀφ’ ἡγεμονικοῦ πνεῦμα [καὶ] ἐπὶ τὰς αἰσθήσεις διῆκον καὶ ἡ δι’ αὐτῶν κατάληψις καὶ ἡ περὶ τὰ αἰσθητήρια κατασκευή, καθ’ ἥν τινες πηροὶ γίνονται. καὶ ἡ ἐνέργεια δὲ αἴσθησις καλεῖται.