[697] Aëtius Plac. III 7, 2. Οἱ Στωϊκοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς τῶν τόπων δὲ παραλλαγαῖς τὰς ἐπωνυμίας παραλλάττουσαν· οἷον τὸν ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, τὸν ⟨δὲ⟩ ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δὲ ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δὲ ἀπὸ τῶν νοτίων λίβα.