[687] Achilles Isagoge 13 p. 133 in Petav. Uranol. τοὺς ἀστέρας δὲ ζῷα εἶναι, οὕτε Ἀναξαγόρᾳ οὔτε Δημοκρίτῳ δοκεῖ οὔτε Ἐπικούρῳ ἐν τῇ πρὸς Ἡρόδοτον ἐπιτομῇ, Πλάτωνι δὲ δοκεῖ ἐν Τιμαίῳ καὶ Ἀριστοτέλει ἐν δευτέρῳ περὶ οὐρανοῦ καὶ Χρυσίππῳ ἐν τῷ περὶ προνοίας καὶ θεῶν. οἱ δὲ Ἐπικούρειοί φασι μὴ εἶναι ζῴδια, ἐπεὶ ὑπὸ σωμάτων συνέχεται, οἱ δὲ Στωϊκοὶ τὸ ἀνάπαλιν.