[665] Plutarchus de comm. not. cp. 45 p. 1084c. Καὶ μὴ δυσχεραινέτωσαν ἐπὶ ταῦτ’ ἀγόμενοι τῷ κατὰ μικρὸν λόγῳ, Χρυσίππου μνημονεύοντες, ἐν τῷ πρώτῳ τῶν Φυσικῶν Ζητημάτων οὕτω προσάγοντος· “Οὐχ ἡ μὲν νύξ σῶμά ἐστιν, ἡ δὲ ἐσπέρα καὶ ὁ ὄρθρος καὶ τὸ μέσον τῆς νυκτὸς σώματα οὐκ ἔστιν· οὐδὲ ἡ μὲν ἡμέρα σῶμά ἐστιν, οὐχὶ δὲ καὶ ἡ νουμηνία σῶμα, καὶ ἡ δεκάτη καὶ πεντεκαιδεκάτη καὶ ἡ τριακάς, καὶ ὁ μὴν σῶμά ἐστι, καὶ τὸ θέρος καὶ τὸ φθινόπωρον καὶ ὁ ἐνιαυτός.”