Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 662

[662] Scholia Hesiod. Theog. v. 276. “Σθεινώ τ’ Εὐρυάλη τε.” τὸ δυνατὸν καὶ κατάμηκες πέλαγός φησι, Μέδουσαν δὲ τὴν λεπτοτάτην οὐσίαν. Περσέα δὲ τὸν ἥλιον καλεῖ τὸν πρὸς ἑαυτὸν ἕλκοντα τὴν ἰκμάδα ὡς ἀποτέμνοντα αὐτήν, παρὰ τὸ περισσῶς σεύειν τουτέστιν ὁρμᾶν· καί φησιν ὅτι ὁ ἥλιος κινούμενος τῇ οὐρανίῳ φορᾷ τὴν μὲν Σθείνω καὶ τὴν Εὐρυάλην ἤγουν τὸ δυνατὸν καὶ κατάμηκες πέλαγος τῆς θαλάσσης οὐκ ἀναιρεῖ ἤγουν οὐκ ἀνιμᾶται, τὴν δὲ Μέδουσαν ὡς θνητὴν ἀναιρεῖ ἤγουν τὸ βασιλικώτατον καὶ λεπτό⟨τατο⟩ν τῇ κινήσει τῇ ἑαυτοῦ ἀνιμᾶται. ὁρμᾷ δὲ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ὁ Πήγασος. ἀνιμωμένου γὰρ τοῦ ἡλίου καὶ τοῦ ἀέρος τὸ κεφαλαιῶδες καὶ ἀτμῶδες, συμβαίνει τὸ βαρύτατον ἀναφερόμενον καταπηγάζειν καὶ χέεσθαι.