Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 649

[649] Diogenes Laërt. VII 156. ζῶναί τε ἐπὶ τῆς γῆς εἰσι πέντε· πρώτη βόρειος [καὶ] ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος. δευτέρα εὔκρατος· τρίτη ἀοίκητος ὑπὸ καύματος, ἡ διακεκαυμένη καλουμένη· τετάρτη ἡ ἀντεύκρατος· πέμπτη νότιος, ἀοίκητος διὰ ψῦχος.