Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 636

[636] Philodemus de pietate c. 14 (DDG p. 548b, 13). τὰ παραπλήσια δὲ κἀν τοῖς περὶ Φύσεως γράφει, μεθ’ ὧν εἴπαμεν? καὶ τοῖς Ἡρακλείτου συνοικειῶν. καὶ δὴ? κἀν τῷ πρώτῳ τὴν νύκτα θεάν φησιν εἶναι πρωτίστην. ἐν δὲ τῷ τρίτῳ τὸν κόσμον ἕνα τῶν φρονίμων, συνπολειτευόμενον θεοῖς καὶ ἀνθρώποις, καὶ τὸν πόλεμον καὶ τὸν Δία τὸν αὐτὸν εἶναι, καθάπερ καὶ τὸν Ἡράκλειτον λέγειν· ἐν δὲ τῷ πέμπτῳ καὶ λόγους ἐρωτᾷ περὶ τοῦ τὸν κόσμον ζῷον εἶναι καὶ λογικὸν καὶ φρονοῦν καὶ θεόν. Philo de incorrupt. mund. 246, 10 B. ἐπεὶ καὶ οἱ φθείροντες αὐτὸν λογικὸν εἶναι ὑπονοοῦσιν.