[632] Plutarchus de defectu oraculorum cp. 29. Καὶ μὴν τά γε ἄλλα τῶν Στωϊκῶν τίς ἂν φοβηθείη, πυνθανομένων “πῶς εἱμαρμένη μία μένει καὶ πρόνοια, καὶ οὐ πολλοὶ Δίες καὶ Ζῆνες ἔσονται πλειόνων ὄντων κόσμων;” πρῶτον μὲν γὰρ εἰ τὸ πολλοὺς εἶναι Δίας καὶ Ζῆνας ἄτοπόν ἐστι, πολλῷ δήπουθεν ἔσται τὰ ἐκείνων ἀτοπώτερα· καὶ γὰρ Ἡλίους καὶ Σελήνας καὶ Ἀπόλλωνας καὶ Ἀρτέμιδας καὶ Ποσειδῶνας ἐν ἀπείροις κόσμων περιόδοις ἀπείρους ποιοῦσιν.