Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 604

[604] Plutarchus de Stoic. repugn. 39 p. 1052c. Ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας τὸν Δία φησὶν αὔξεσθαι, μέχρις ἂν εἰς αὑτὸν ἅπαντα καταναλώσιῃ. “Ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μέν, αὔξεται δὲ συνεχῶς, μέχρις ἂν εἰς αὑτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον.” p. 1052d. σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν· “Αὐτάρκης δ’ εἶναι λέγεται μόνος ὁ κόσμος, διὰ τὸ μόνος ἐν αὑτῷ πάντα ἔχειν ὧν δεῖται· καὶ τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν ἄλλων μορίων εἰς ἄλληλα καταλλαττομένων.”