[6] Diog. Laërt. VII 183. οὕτω δ’ ἦν φρονηματίας (ὁ Χρύσιππος) ὥστ’ ἐρομένου τινός· “τίνι συστήσω τὸν υἱόν” εἰπεῖν· “ἐμοί· εἰ γὰρ ὑπελάμβανον εἶναί τινα ἐμοῦ βελτίονα, παρ’ αὐτῷ ἂν ἐγὼ ἐφιλοσόφουν.” ὅθεν φασὶν ἐπ’ αὐτοῦ λεχθῆναι. (κ 495) καὶ· οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσι· εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἥν στοά.