[597] Aëtius Plac. II 4, 13. οἱ φάμενοι δὲ τὴν διακόσμησιν αἰώνιον ὑπάρχειν περιοδευτικοὺς εἶναί φασι χρόνους, καθ’ οὓς κατὰ ταὐτὰ καὶ ὡςαύτως γίγνεσθαι πάντα καὶ τὴν αὐτὴν διασῴζεσθαι τοῦ κόσμου διάταξίν τε καὶ διακόσμησιν. ⟨οἱ Στωϊκοὶ⟩ μήτε αὔξεσθαι μήτε μειοῦσθαι τὸν κόσμον, τοῖς δὲ μέρεσιν ὁτὲ μὲν παρεκτείνεσθαι πρὸς πλέονα τόπον, ὁτὲ δὲ συστέλλεσθαι.