Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 576

[576] Simplicius in Aristot Phys. p. 1121, 12 Diels. γενητὸν δὲ καὶ φθαρτὸν τὸν ἕνα κόσμον ποιοῦσιν ὅσοι ἀεὶ μέν φασιν εἶναι κόσμον, οὐ μὴν τὸν αὐτὸν ἀεὶ ἀλλὰ ἄλλοτε ἄλλον γινόμενον κατά τινας χρόνων περιόδους, ὡς Ἀναξιμένης τε καὶ Ἡράκλειτος καὶ Διογένης καὶ ὕστερον οἱ ἀπὸ τῆς Στοᾶς. καὶ δῆλον ὅτι καὶ περὶ κινήσεως οὗτοι τὴν αὐτὴν ἔχουσι δόξαν· ὅτε γὰρ κόσμος ἦν, τότε κίνησιν ἀναγκαῖον εἶναι.