[571] Aëtius Plac. I 12, 4. Οἱ Στωϊκοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν. κοῦφον γὰρ ὑπάρχει φύσει ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου, βαρὺ δὲ τὸ εἰς μέσον. καὶ τὸ μὲν περίγειον φῶς κατ’ εὐθεῖαν, τὸ δ’ αἰθέριον περιφερῶς κινεῖται.