Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 543

[543] Diogenes Laërt. VII 140. ἔξωθεν δὲ αὐτοῦ (scil. τοῦ κόσμου) περικεχυμένον εἶναι τὸ κενὸν ἄπειρον, ὅπερ ἀσώματον εἶναι. ἀσώματον δὲ τὸ οἷόντε κατέχεσθαι ὑπὸ σωμάτων οὐ κατεχόμενον. ἐν δὲ τῷ κόσμῳ μηδὲν εἶναι κενόν, ἀλλ’ ἡνῶσθαι αὐτόν· τοῦτο γὰρ ἀναγκάζειν τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια σύμπνοιαν καὶ συντονίαν. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ περὶ τοῦ Κενοῦ καὶ ἐν τῇ πρώτῃ τῶν Φυσικῶν Τεχνῶν etc.