Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 541

[541] Cleomedes Circul. doctr. I cp. 1 p. 5 Bake. Ἀναγκαῖον τοίνυν εἶναί τινα ὑπόστασιν κενοῦ. Ἔστι δὲ ἁπλουστάτη ἡ αὐτοῦ ἐπίνοια, ἀσωμάτου τε καὶ ἀναφοῦς ὄντος, καὶ οὔτε σχῆμα ἔχοντος οὔτε σχηματιζομένου, καὶ οὔτε τι πάσχοντος οὔτε ποιοῦντος, ἀπλῶς δὲ σῶμα δέχεσθαι οἵου τε ὄντος.