Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 537

[537] Cleomedes Circul. doctr. I cp. 1 p. 2 sq. Ὅτι δὲ ἔστι κενὸν διὰ βραχέων ὑπομνήσομεν (Dein plura argumenta profert, quorum maxime notandum hoc p. 4:) Εἰ δὲ καὶ εἰς πῦρ ἀναλύεται ἡ πᾶσα οὐσία, ὡς τοῖς χαριεστάτοις τῶν φυσικῶν δοκεῖ, ἀνάγκη πλέον ἢ μυριοπλασίονα τόπον αὐτὴν καταλαμβάνειν, ὥσπερ καὶ τὰ εἰς ἀτμὸν ἀναθυμιώμενα τῶν στερεῶν σωμάτων. Ὁ τοίνυν ἐν τῇ ἐκπυρώσει ὑπὸ τῆς οὐσίας ἐκχεομένης καταλαμβανόμενος τόπος, νῦν κενός ἐστιν, οὐδενός γε σώματος αὐτὸν πεπληρωκότος.