[518] Plutarchus de comm. not. cp. 41 p. 1081f. Χρύσιππος δὲ βουλόμενος φιλοτεχνεῖν περὶ τὴν διαίρεσιν, ἐν μὲν τῷ περὶ τοῦ Κενοῦ καὶ ἄλλοις τισὶ “τὸ μὲν παρῳχημένον τοῦ χρόνου καὶ τὸ μέλλον οὐχ ὑπάρχειν ἀλλ’ ὑφεστηκέναι φησί, μόνον δὲ ὑπάρχειν τὸ ἐνεστηκός.”