[515] Plutarchus quaest. Plat. 8, 4 p. 1007a. ῥητέον οὖν τοὺς ὑπὸ τούτων ταραττομένους δι’ ἄγνοιαν οἴεσθαι τὸν χρόνον “μέτρον εἶναι κινήσεως καὶ ἀριθμὸν κατὰ τὸ πρότερον καὶ ὕστερον” ὡς Ἀριστοτέλης εἶπεν, ἢ “τὸ ἐν κινήσει ποσόν” ὡς Σπεύσιππος, ἢ “διάστημα κινήσεως” ἄλλο δ’ οὐδέν, ὡς ἔνιοι τῶν Στωϊκῶν ἀπὸ συμβεβηκότος ὁριζόμενοι, τὴν δ’ οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν οὐ συνορῶντες.