[498] Simplicius in Aristot. categ. f. 78B. ed. Bas. καὶ τῆς κινήσεως, φησὶν Ἰάμβλιχος, οὐ καλῶς οἱ Στωϊκοὶ ἐπιλαμβάνονται λέγοντες τὸ ἀτελὲς ἐπὶ τῆς κινήσεως εἰρῆσθαι, οὐχ ὅτι οὐκ ἔστιν ἐνέργεια (ἔστι γὰρ πάντως, φασίν, ἐνέργεια) ἀλλ’ ἔχει τὸ πάλιν καὶ πάλιν, οὐχ ἵνα ἀφίκηται εἰς ἐνέργειαν (ἔστι γὰρ ἤδη) ἀλλ’ ἵνα ἐργάσηταί που ἕτερον, ὅ ἐστι μετ’ αὐτήν. ταῦτα μὲν οὖν οἱ Στωϊκοὶ λέγουσι.