Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 484

[484] Plutarchus de comm. not. cp. 38 p. 1079a. γενόμενοι δὲ Στωϊκοὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος, οὐδ’ ὁ κόσμος ἢ ὁ ἄνθρωπος (ἐπ’ ἄπειρον γὰρ ἡ τομὴ προάγει τὰ σώματα· τῶν δ’ ἀπείρων οὐδέν ἐστι πλέον οὐδ’ ἔλαττον) οὐδ’ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτιοῦν.