[466] Alexander Aphrod. de mixtione p. 219, 16 Bruns (τὸ σῶμα τὸ τριχῇ τε καὶ πάντῃ διεστηκός, ἐὰν ἄλλῳ ὁμοίως αὐτῷ διεστῶτι συντεθῇ, ἐξ ἀνάγκης συναύξει τοῦτο). εἰ δὴ τοῦτο μὲν οἰκεῖον τοῖς σώμασιν καὶ ἴδιον αὐτῶν, οἱ δὲ λέγοντες σῶμά τι διὰ σώματος χωρεῖν ⟨τῷ⟩ καὶ ἔλαττόν ποτε καὶ ἴσον τὸ ἐξ ἀμφοῖν ποιεῖν ἀναιροῦσι τοῦτο, ἀναιροῖεν ἂν τὴν τοῦ σώματος φύσιν.