[462] Galenus de nat. facult. II 3. Vol. II p. 82K. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου καὶ δι’ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα δι’ ὅλων, οὐκ ἔξωθεν μόνον, αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. — — οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδ’ ἀνεξέργαστον οὐδ’ ἀκόσμητον.