[436] Scholia Pind. Olymp. I 1 p. 22B. τῇ τῶν φιλοσόφων ἑπόμενος γνώμῃ, οἳ φυσικώτερον κινηθέντες ἐκ τοῦ ὕδατος ἔφασαν καὶ τὰ ἄλλα τρία στοιχεῖα συνίστασθαι· τὸ μὲν γὰρ αὐτοῦ, τὸ λεπτομερές, ἀέρα λέγουσι γίνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ συνιστάμενον γῆν, ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον τὸν διάπυρον αἰθέρα πῦρ.