[404] Sextus adv. math. VIII 453. καὶ ὅτι τῷ ὄντι ἐπινοίᾳ μόνον σῴζεται τὰ πρός τί πως ἔχοντα, ὕπαρξις δὲ οὐκ ἔστιν αὐτοῖς, πάρεστι διδάσκειν ἐκ τῆς τῶν δογματικῶν ἀνθομολογήσεως. ὑπογράφοντες γὰρ τὸ πρός τι συμφώνως φασί “πρός τι ἐστὶ τὸ πρὸς ἑτέρῳ νοούμενον.”