Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 402

[402] Plotinus Ennead. VI lib. I 30. τὸ δὲ “πρός τι” εἰ μὲν μὴ ὑφ’ ἓν τοῖς ἄλλοις ἐτίθεσαν, ἕτερος λόγος ἦν ἂν ζητούντων, εἴ τινα διδόασιν ὑπόστασιν ταῖς τοιαύταις σχέσεσι, πολλαχοῦ οὐ διδόντων· εἰ δ’ ἐν γένει τῷ αὐτῷ, ἐπιγενόμενον πρᾶγμα τοῖς ἤδη οὖσιν, ἄτοπον συντάττειν τὸ ἐπιγιγνόμενον εἰς ταὐτὸν γένος τοῖς πρότερον οὖσι. δεῖ γὰρ πρότερον ἓν καὶ δύο εἶναι, ἵνα καὶ ἥμισυ καὶ διπλάσιον.