Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 384

[384] Galenus de qualitatibus incorporeis 2 Vol. XIX p. 467 K. (postquam probare studuit μῆκος, πλάτος, βάθος, βάρος, σχῆμα non esse corpora) ὁ δ’ ὅμοιος ἐπὶ τῶν λοιπῶν συμβεβηκότων λόγος, χρωμάτων τε καὶ χυμῶν καὶ τῶν πρὸς ὄσφρησιν καὶ τῶν πρὸς ἀκοήν, φωνῶν, λόγων, συριγμῶν, μυγμῶν, ποππυσμῶν, στεναγμῶν, ῥωχμῶν, ῥογχασμῶν, βόμβων, ἤχων, ψόφων· εἰ δὲ λέγοι τις ταῦτά τε καὶ τὰ τοιαῦτα πάντα ὑπάρχειν ἀέρα πεπληγμένον πως, καλὸν ἐπειπεῖν αὐτῷ τὸ Μενάνδρειον “ταῦτά σ’ ἀπολώλεκεν, ὦ πονηρέ” τὸ μὴ δίχα σώματος νοεῖσθαί τι τοιοῦτο. — — οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν etc.