Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 371

[371] Plotinus Ennead. VI lib. I 25 (Vol. II p. 256 Mü). πρὸς δὲ τοὺς τέτταρα τιθέντας (scil. γένη τοῦ ὄντος) καὶ τετραχῶς διαιροῦντας εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πὼς ἔχοντα καὶ πρός τι πὼς ἔχοντα καὶ κοινόν τι ἐπ’ αὐτῶν τιθέντας καὶ ἑνὶ γένει περιλαμβάνοντας τὰ πάντα, ὅτι μὲν κοινόν τι καὶ ἐπὶ πάντων ἓν γένος λαμβάνουσι, πολλὰ ἄν τις λέγοι. καὶ γὰρ ὡς ἀσύνετον αὐτοῖς καὶ ἄλογον τὸ “τὶ” τοῦτο καὶ οὐκ ἐφαρμόττον ἀσωμάτοις καὶ σώμασι. καὶ διαφορὰς οὐ καταλελοίπασιν, αἷς τὸ “τὶ” διαιρήσουσι etc.