[356] Galenus synopsis librorum de pulsibus 9. Vol. IX p. 458 K. μεμνῆσθαι μέντοι χρὴ πρὸ πάντων ὅπως ἔφαμεν ὀνομάζειν τὸ οἷον συνεκτικὸν αἴτιον, ὅτι μὴ κυρίως ἀλλὰ καταχρώμενοι τῇ προσηγορίᾳ· τὸ μὲν γὰρ κυρίως λεγόμενον αἴτιον συνεκτικὸν οὔτ’ ὠνόμασέ τις ἄλλος πρὸ τῶν Στωϊκῶν οὔτ’ εἶναι συνεχώρησε· τὰ δὲ καὶ πρὸ ἡμῶν οἷον συνεκτικὰ λεγόμενα γενέ σεώς τινος, οὐχ ὑπάρξεως αἴτια.