Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 353

[353] Clemens Alexandrinus Stromat. I p. 367 Pott. οἶδα πολλοὺς — — καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας. — — φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι· τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο ἀνενέργητον εἶναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν· τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γιγνομένου etc.